Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.30 Dem. 19.33 (English) >>Dem. 19.36

19.32ἀλλʼ οὗτοι πεπόνθασιν. λέγε δʼ αὐτοῖς πρῶτον τὴν μαρτυρίαν, εἶτα τὸ προβούλευμα.Μαρτυρία Προβούλευμα

ἐνταῦθʼ οὔτʼ ἔπαινος οὔτε κλῆσις εἰς τὸ πρυτανεῖόν ἐστι τῶν πρέσβεων ὑπὸ τῆς βουλῆς. εἰ δέ φησιν οὗτος, δειξάτω καὶ παρασχέσθω, κἀγὼ καταβαίνω. ἀλλʼ οὐκ ἔστιν. εἰ μὲν τοίνυν ταὐτὰ πάντες ἐπρεσβεύομεν, δικαίως οὐδένʼ ἐπῄνεσεν βουλή· δεινὰ γὰρ τὰ πεπραγμένα πᾶσιν· εἰ δʼ οἱ μὲν τὰ δίκαιʼ ἔπραττον ἡμῶν, οἱ δὲ τἀναντία, διὰ τοὺς πεπονηρευμένους, ὡς ἔοικε, τοῖς ἐπιεικέσι συμβεβηκὸς ἂν εἴη ταύτης τῆς ἀτιμίας μετεσχηκέναι. 19.33πῶς οὖν ῥᾳδίως πάντες εἴσεσθε τίς ποτʼ ἔσθʼ πονηρός; ἀναμνήσθητε παρʼ ὑμῖν αὐτοῖς τίς ἐσθʼ κατηγορῶν τῶν πεπραγμένων ἐξ ἀρχῆς. δῆλον γὰρ ὅτι τῷ μὲν ἠδικηκότι σιγᾶν ἐξήρκει καὶ διακρουσαμένῳ τὸν παρόντα χρόνον μηκέτʼ εἰς λόγον περὶ τῶν πεπραγμένων αὑτὸν καθιστάναι, τῷ δὲ μηδὲν ἑαυτῷ συνειδότι δεινὸν εἰσῄει, εἰ δεινῶν καὶ πονηρῶν ἔργων δόξει κοινωνεῖν τῷ σιωπῆσαι. εἰμὶ τοίνυν κατηγορῶν ἐξ ἀρχῆς ἐγὼ τούτων, τούτων δʼ οὐδεὶς ἐμοῦ.

19.34 μὲν τοίνυν βουλὴ ταῦτα προὐβεβουλεύκει, τῆς δʼ ἐκκλησίας γιγνομένης καὶ τοῦ Φιλίππου παρόντος ἐν Πύλαις ἤδηἦν γὰρ τοῦτο πρῶτον ἁπάντων τῶν ἀδικημάτων, τὸ τὸν Φίλιππον ἐπιστῆσαι τοῖς πράγμασι τούτοις καὶ δέον ὑμᾶς ἀκοῦσαι περὶ τῶν πραγμάτων, εἶτα βουλεύσασθαι, μετὰ ταῦτα δὲ πράττειν τι δόξαι, ἅμʼ ἀκούειν κἀκεῖνον παρεῖναι καὶ μηδʼ τι χρὴ ποιεῖν ῥᾴδιον εἰπεῖν εἶναι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.30 Dem. 19.33 (English) >>Dem. 19.36

Powered by PhiloLogic